Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.72 Joseph. AJ 16.77 (English) >>Joseph. AJ 16.81

16.75Ἡρώδης δὲ ἐτετάρακτο μὲν εὐθὺς ἀκούσας τοιούτων, ἐξεπέπληκτο δὲ μᾶλλον, ὅτι καὶ τῶν ἄλλων τινὲς ἀπήγγελλον, ἀνέκαμπτε τῇ συμφορᾷ τά τε πρῶτα καταλογιζόμενος ὡς οὔτε τῶν φιλτάτων οὔτε τῆς στεργομένης αὐτῷ γυναικὸς ὤνατο διὰ τὰς ἐγγινομένας ταραχὰς κατὰ τὴν οἰκίαν, τό τε μᾶλλον τοῦ προσπεπτωκότος ἤδη βαρὺ καὶ μεῖζον ἐκείνων ὑπολαμβάνων ἐν συγχύσει τῆς ψυχῆς ἦν. 16.76τῷ γὰρ ὄντι πλεῖστα μὲν καὶ παρʼ ἐλπίδας τῶν ἔξωθεν εἰς εὐτυχίαν αὐτῷ τὸ δαιμόνιον προσετίθει, μέγιστα δὲ τῶν οἴκοι καὶ μηδὲ προσδοκώμενα δυστυχεῖν αὐτῷ συνέβαινεν, ἑκατέρου προϊόντος ὡς οὐκ ἄν τις ᾠήθη καὶ παρέχοντος ἀμφήριστον τὴν ὑπερβολήν, εἰ 16.77δέον τὴν τοσαύτην εὐτυχίαν τῶν ἔξωθεν πραγμάτων ἀλλάξασθαι τῶν οἴκοι κακῶν, τοιοῦτο μέγεθος τῶν περὶ τοὺς οἰκείους συμφορῶν διαφυγεῖν ἐν τῷ μηδὲ τὰ τῆς βασιλείας θαυμαζόμενα κεκτῆσθαι. 16.78

Ταρασσόμενος δὲ καὶ διακείμενος τὸν τρόπον τοῦτον ἐπὶ καθαιρέσει τῶν μειρακίων ἕτερον αὐτῷ γενόμενον ἰδιωτεύοντι παῖδα προσήγετο καὶ τοῦτον ἐδόκει τιμᾶν, ἐκαλεῖτο δὲ Ἀντίπατρος, οὐχ ὥσπερ ἐν ὑστέρῳ καὶ τελέως ἡττηθεὶς αὐτοῦ καὶ πάντʼ εἰς ἐκεῖνον ἀναφέρων, 16.79οἰόμενος δὲ παραιρήσεσθαι τοῦ θράσους τοὺς ἐκ Μαριάμμης καὶ μᾶλλον εἰς νουθεσίαν τὴν ἐκείνων οἰκονομῶν αὐτό. τὸ γὰρ αὔθαδες οὐκ ἂν εἴη παρʼ αὐτοῖς, εἰ τοῦτο πεισθεῖεν, ὅτι μὴ μόνοις μηδʼ ἐξ ἀνάγκης διαδοχὴ τῆς βασιλείας ὀφείλεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.72 Joseph. AJ 16.77 (English) >>Joseph. AJ 16.81

Powered by PhiloLogic